Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.487 Joseph. BJ 2.492 (English) >>Joseph. BJ 2.497

2.490τότε δʼ ὡς καὶ παρὰ τοῖς ἄλλοις ἐτετάρακτο, μᾶλλον ἐξήφθη τὰ παρʼ ἐκείνοις. καὶ δὴ τῶν Ἀλεξανδρέων ἐκκλησιαζόντων περὶ ἧς ἔμελλον ἐκπέμπειν πρεσβείας ἐπὶ Νέρωνα συνερρύησαν μὲν εἰς τὸ ἀμφιθέατρον ἅμα τοῖς Ἕλλησιν συχνοὶ Ἰουδαίων, 2.491κατιδόντες δὲ αὐτοὺς οἱ διάφοροι παραχρῆμα ἀνεβόων πολεμίους καὶ κατασκόπους λέγοντες· ἔπειτα ἀναπηδήσαντες ἐπέβαλλον τὰς χεῖρας αὐτοῖς. οἱ μὲν οὖν λοιποὶ φεύγοντες διεσπάρησαν, τρεῖς δὲ ἄνδρας συλλαβόντες ἔσυρον ὡς ζῶντας καταφλέξοντες. 2.492ἤρθη δὲ πᾶν τὸ Ἰουδαϊκὸν ἐπὶ τὴν ἄμυναν, καὶ τὸ μὲν πρῶτον λίθοις τοὺς Ἕλληνας ἔβαλλον, αὖθις δὲ λαμπάδας ἁρπασάμενοι πρὸς τὸ ἀμφιθέατρον ὥρμησαν ἀπειλοῦντες ἐν αὐτῷ καταφλέξειν τὸν δῆμον αὔτανδρον. κἂν ἔφθησαν τοῦτο δράσαντες, εἰ μὴ τοὺς θυμοὺς αὐτῶν ἀνέκοψεν Τιβέριος Ἀλέξανδρος τῆς πόλεως ἡγεμών. 2.493οὐ μὴν οὗτός γε ἀπὸ τῶν ὅπλων ἤρξατο σωφρονίζειν, ἀλλʼ ὑποπέμψας τοὺς γνωρίμους αὐτοῖς παύσασθαι παρεκάλει καὶ μὴ καθʼ ἑαυτῶν ἐρεθίζειν τὸ Ῥωμαίων στράτευμα. καταχλευάζοντες δὲ τῆς παρακλήσεως οἱ στασιώδεις ἐβλασφήμουν τὸν Τιβέριον. 2.494

Κἀκεῖνος συνιδὼν ὡς χωρὶς μεγάλης συμφορᾶς οὐκ ἂν παύσαιντο νεωτερίζοντες, ἐπαφίησιν αὐτοῖς τὰ κατὰ τὴν πόλιν Ῥωμαίων δύο τάγματα καὶ σὺν αὐτοῖς δισχιλίους στρατιώτας κατὰ τύχην παρόντας εἰς τὸν Ἰουδαίων ὄλεθρον ἐκ Λιβύης· ἐπέτρεψεν δὲ οὐ μόνον ἀναιρεῖν, ἀλλὰ καὶ τὰς κτήσεις αὐτῶν διαρπάζειν καὶ τὰς οἰκίας καταφλέγειν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.487 Joseph. BJ 2.492 (English) >>Joseph. BJ 2.497

Powered by PhiloLogic